Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.182 Joseph. AJ 6.186 (English) >>Joseph. AJ 6.190

6.185 δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδʼ ἐμεμαθήκει φέρειν ὅπλα, “ταῦτα μέν, εἶπεν, βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι.” τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο. 6.186καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτʼ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; δʼ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι· 6.187ἀμείβεται δʼ αὐτὸν Δαβίδης· “σὺ μὲν ἐπέρχῃ μοι ἐν ῥομφαίᾳ καὶ δόρατι καὶ θώρακι, ἐγὼ δὲ χωρῶν ἐπὶ σὲ τὸν θεὸν ὥπλισμαι, ὃς σέ τε καὶ πᾶσαν ὑμῶν στρατιὰν χερσὶ ταῖς ἡμετέραις διολέσει. καρατομήσω μὲν γάρ σε σήμερον καὶ τὸ ἄλλο σῶμα τοῖς ὁμοφύλοις κυσὶ παραβαλῶ, μαθήσονται δὲ πάντες, ὅτι προέστηκεν Ἑβραίων τὸ θεῖον καὶ ὅπλα ἡμῖν καὶ ἰσχὺς τοῦτʼ ἔστι κηδόμενον, δʼ ἄλλη παρασκευὴ καὶ δύναμις ἀνωφελὴς θεοῦ μὴ παρόντος.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.182 Joseph. AJ 6.186 (English) >>Joseph. AJ 6.190

Powered by PhiloLogic